Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.24 Joseph. AJ 15.29 (English) >>Joseph. AJ 15.34

15.27τούτοις ἐπαρθεῖσα τοῖς λόγοις Ἀλεξάνδρα πέμπει τὰς εἰκόνας Ἀντωνίῳ· καὶ Δέλλιος ἐτερατεύετο λέγων οὐκ ἐξ ἀνθρώπων αὐτῷ δοκεῖν, ἀλλά τινος θεοῦ γενέσθαι τοὺς παῖδας. ἐπραγματεύετο δὲ διʼ ἑαυτοῦ πρὸς τὰς ἡδονὰς ἑλκύσαι τὸν Ἀντώνιον. 15.28 δὲ τὴν μὲν κόρην ᾐδέσθη μεταπέμπεσθαι γεγαμημένην Ἡρώδῃ καὶ τὰς εἰς Κλεοπάτραν ἐκ τοῦ τοιούτου διαβολὰς φυλαττόμενος, ἐπέστελλε δὲ πέμπειν τὸν παῖδα σὺν εὐπρεπείᾳ προστιθείς, εἰ μὴ βαρὺ δοκοίη. 15.29τούτων ἀπενεχθέντων πρὸς Ἡρώδην οὐκ ἀσφαλὲς ἔκρινεν ὥρᾳ τε κάλλιστον ὄντα τὸν Ἀριστόβουλον (ἑκκαιδεκαέτης γὰρ ὢν ἐτύγχανεν), καὶ γένει προύχοντα πέμπειν παρὰ τὸν Ἀντώνιον, ἰσχύοντα μὲν ὡς οὐκ ἄλλος ἐν τῷ τότε Ῥωμαίων, ἕτοιμον δὲ τοῖς ἐρωτικοῖς αὐτὸν ὑποθεῖναι καὶ τὰς ἡδονὰς ἀπαρακαλύπτως ἐκ τοῦ δύνασθαι ποριζόμενον. 15.30ἀντέγραψεν οὖν ὡς, εἰ μόνον ἐξέλθοι τῆς χώρας τὸ μειράκιον, ἅπαντα πολέμου καὶ ταραχῆς ἀναπλησθήσεται Ἰουδαίων ἐλπισάντων μεταβολὴν καὶ νεωτερισμὸν ἐπʼ ἄλλῳ βασιλεῖ. 15.31

Τούτοις δὲ παραιτησάμενος τὸν Ἀντώνιον ἔγνω μὴ μέχρι παντὸς ἀτιμάζειν τὸν παῖδα καὶ τὴν Ἀλεξάνδραν, ἀλλὰ καὶ τῆς γυναικὸς Μαριάμμης ἐγκειμένης λιπαρῶς ἀποδοῦναι τἀδελφῷ τὴν ἀρχιερωσύνην, καὶ συμφέρειν αὐτῷ κρίνων, ἵνα μηδʼ ἀποδημῆσαι δυνατὸν τετιμημένῳ, σύλλογον ποιήσας τῶν φίλων ᾐτιᾶτο πολλὰ τὴν Ἀλεξάνδραν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.24 Joseph. AJ 15.29 (English) >>Joseph. AJ 15.34

Powered by PhiloLogic